Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.305 Joseph. AJ 2.309 (English) >>Joseph. AJ 2.313

2.307

Ἤρκει μὲν οὖν τὸν δίχα πονηρίας ἀνόητον καὶ τὰ προειρημένα τῶν κακῶν εἰς σύνεσιν καὶ τοῦ συμφέροντος τὴν ἐπίνοιαν ὠφελῆσαι, Φαραώθης δὲ οὐ τοσοῦτον ὑπὸ ἀφροσύνης ὅσον ὑπὸ κακίας ὅμως αἰσθόμενος γὰρ τῆς αἰτίας ἀντεφιλονείκει τῷ θεῷ καὶ τοῦ κρείττονος ἑκὼν προδότης ἐγένετο, καὶ κελεύει μὲν τὸν Μωυσῆν μετὰ γυναικῶν καὶ παίδων ἀπάγειν τοὺς Ἑβραίους, τὴν δὲ λείαν αὐτοῖς καταλιπεῖν ἐφθαρμένης αὐτοῖς τῆς οἰκείας. 2.308τοῦ δὲ Μωυσέος οὐχὶ δίκαια φήσαντος αὐτὸν ἀξιοῦν, δεῖν γὰρ αὐτοὺς τῷ θεῷ τὰς θυσίας ἐκ τῆς λείας ἐπενεγκεῖν, καὶ τριβομένου διὰ ταύτην τὴν αἰτίαν τοῦ χρόνου σκότος βαθὺ καὶ φέγγους ἄμοιρον περιχεῖται τοῖς Αἰγυπτίοις, ὑφʼ οὗ τάς τε ὄψεις ἀποκλειομένοις καὶ τὰς ἀναπνοὰς ἐμφραττομένοις ὑπὸ παχύτητος οἰκτρῶς τε ἀποθνήσκειν συνέβαινε καὶ δεδιέναι μὴ καταποθῶσιν ὑπὸ τοῦ νέφους. 2.309εἶτα τούτου διασκεδασθέντος μετὰ τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας, ὡς οὐ μετενόει πρὸς τὴν ἔξοδον τῶν Ἑβραίων Φαραώθης, προσελθὼν Μωυσῆς φησιν· “ἄχρι πότε ἀπειθεῖς τῇ τοῦ θεοῦ γνώμῃ· κελεύει γὰρ οὗτος ἀπολύειν τοὺς Ἑβραίους. καὶ οὐκ ἔστιν 2.310ἑτέρως ἀπαλλαγῆναι τῶν κακῶν ὑμᾶς μὴ ταῦτα ποιήσαντας.” δὲ βασιλεὺς ὀργισθεὶς ἐπὶ τοῖς εἰρημένοις ἠπείλησεν αὐτοῦ τὴν κεφαλὴν ἀποτεμεῖν, εἰ πάλιν περὶ τούτων ἐνοχλῶν αὐτῷ προσέλθοι. Μωυσῆς δὲ αὐτὸς οὐκέτι ποιήσεσθαι περὶ τούτων λόγους ἔφησεν, αὐτὸν δὲ ἐκεῖνον σὺν καὶ τοῖς πρώτοις τῶν Αἰγυπτίων παρακαλέσειν τοὺς Ἑβραίους ἀπελθεῖν. καὶ μὲν ταῦτʼ εἰπὼν ἀπαλλάσσεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.305 Joseph. AJ 2.309 (English) >>Joseph. AJ 2.313

Powered by PhiloLogic